Τετάρτη 23 Οκτωβρίου 2019

ΠΡΟΣ ΤΟ ΣΥΝΕΔΡΙΟΝ ΠΕΡΙ ΤΩΝ ΑΝΕΜΟΓΕΝΝΗΤΡΙΩΝ



(Καρπενήσιον, Σάββατον 15 Δεκεμβρίου, ὥρα 12η μεσημβρινή)



Ἀγαπητοὶ σύνεδροι, χαίρετε ἐν Κυρίῳ.

Τὰ τῶν ψοῶν ἐμπαίγματα ἀπείργουσιν ἀπὸ προσωπικῆς παρουσίας. Ὅ­μως, κατ’ αἴτησιν τῆς ἐριτίμου κυρίας Λεωνῆς Θανασούλα ἀποστέλλω γρα­πτὸν μήνυμα, εὐχόμενος ἅμα ἀπὸ καρδίας ἐπιτυχίαν οὐ τὴν τυχοῦσαν εἰς τὸ ὑμέ­τερον συνέδριον, πρὸς ἀναπτέρωσιν ἐλπίδων τῶν ζώντων ἄνευ ἐλπίδος.

Καὶ τοῦτο διότι πάντες οἱ παροικοῦντες ἐν ἀμφοτέροις τοῖς δήμοις, οἵ τε γηγενεῖς καὶ οἱ ἐπήλυδες, ὡς ὁ ἀπευθυνόμενος πρὸς ὑμᾶς, ὁρῶμεν συῤῥι­κνού­μενον καθ’ ἑκάστην ἡμέραν τὸν πληθυσμόν. Ἄρκτοι μελιττοφάγοι, λῦκοι μη­λοκτόνοι, μονιοὶ ἄγριοι ἐκ δρυμοῦ κατασκάπτοντες πᾶσαν ἐναπομείνασαν καλλιέργειαν, γίνονται ὁσημέραι μόνιμοι κάτοικοι τῶν δύο δήμων καὶ οὐχὶ μό­νον. Ἐρημίᾳ ἐρημούμεθα καὶ οὐδεὶς ὁ ἀντιλήπτωρ. Μόνον κηδείαι, μνη­μό­συνα, τρισάγια, πένθιμοι κωδωνοκρουσίαι καὶ κρωγμοὶ κοράκων. Ἀνεμένο­μεν κρατικὴν ἀντίληψιν καὶ ἐλαμβάνομεν ὑποσχέσεις. Ἀεροδρόμιον εἰς Βελα­ώ­ραν, ὑπερταχεῖαν Λειανοκλαδίου - Ἰωαννίνων διερχομένην καὶ σταθμεύου­σαν ἐν Καρπενησίῳ... Καὶ ἀντ’ αὐτῶν σφραγίδες εἰς ἐργοστάσια, σφραγίδες εἰς ἰχθυοτροφεῖα, σφραγίδες παντοῦ. Μετ’ οὐ πολὺ ἐλεύσονται ἡμέραι καθ’ ἃς συναντήσεις ἀνθρώπων μεταξύ των θεωρηθήσονται ὡς θαῦμα.

Δέδια μήπως ἡ ἐρήμωσις αὕτη ἐστὶν ἠθελημένη. Ὁπότε ἀντιστάσεως μὴ ὑπαρχούσης ἀνεμογεννήτριαι καὶ εἴ τι ἕτερον μέλλουσιν ἵνα κατακτήσωσι τὰς κορυφὰς πάντων τῶν κυκλούντων ἡμᾶς ὀρέων. Βιαία ἐκπαρθένευσις τῆς φύ­σεως, ἀσέβεια πρὸς τὴν δημιουργίαν, διατάραξις οἰκολογικῆς ἰσοῤῥοπίας, κατο­λισθήσεις ἄφευκτοι, θέα σιωπηλῶν βρυκολάκων. Καὶ τὸ ἀντισταθμι­στι­κὸν ὄφελος, ποῖον; Οὐδέν· ὡς συνέβη παλαιότερον εἰς τὰ τῆς λίμνης τῶν Κρε­μα­στῶν.

Ταῦτα πάντα, βεβαίως, εἰσὶν εἰς τὰ ὦτα τῶν ὑπευθύνων συριγμὸς κω­νώ­πων εἰς νυκτερινὴν θερινὴν ῥαστώνην. «Τοῖς ὠσὶν αὐτῶν βαρέως ἀκούουσι καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν καμμύουσιν» ἵνα καὶ εὐαγγελικῶς εἴπω.

Ὁ ἀγὼν ἀποτροπῆς, ἀγὼν εὐγενής ἐστι, καίτοι ἡ πάλη πρὸς συμφέρον­τα θηριώδη χρείαν ἔχει καὶ τῆς ἄνωθεν βοηθείας. Ταύτης ὑπαρχούσης ὁ τὸ δέ­μας ἰσχνὸς Δαυὶδ ἐκνικήσει τὸν πελώριον προγάστορα καὶ ἀλλόφυλον Γο­λι­άθ.



Μετὰ τῆς ἐν Χριστῷ Ἰησοῦ ἀγάπης,

κεγχριαῖος



Ἀρχιμανδρίτης Δοσίθεος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου